Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.88.1 | Hdt. 9.89.3 (English) | >>Hdt. 9.90.1 |
9.89.1
Ἀρτάβαζος δὲ ὁ Φαρνάκεος φεύγων ἐκ Πλαταιέων καὶ δὴ πρόσω ἐγίνετο . ἀπικόμενον δὲ μιν οἱ Θεσσαλοὶ παρὰ σφέας ἐπί τε ξείνια ἐκάλεον καὶ ἀνειρώτων περὶ τῆς στρατιῆς τῆς ἄλλης , οὐδὲν ἐπιστάμενοι τῶν ἐν Πλαταιῇσι γενομένων .
9.89.2 ὁ δὲ Ἀρτάβαζος γνοὺς ὅτι εἰ ἐθέλει σφι πᾶσαν τὴν ἀληθείην τῶν ἀγώνων εἰπεῖν , αὐτός τε κινδυνεύσει ἀπολέσθαι καὶ ὁ μετʼ αὐτοῦ στρατός · ἐπιθήσεσθαι γάρ οἱ πάντα τινὰ οἴετο πυνθανόμενον τὰ γεγονότα . ταῦτα ἐκλογιζόμενος οὔτε πρὸς τοὺς Φωκέας ἐξηγόρευε οὐδὲν πρός τε τοὺς Θεσσαλοὺς ἔλεγε τάδε ·
9.89.3 “ἐγὼ μὲν ὦ ἄνδρες Θεσσαλοί , ὡς ὁρᾶτε , ἐπείγομαί τε κατὰ τάχος ἐλῶν ἐς Θρηίκην καὶ σπουδὴν ἔχω , πεμφθεὶς κατά τι πρῆγμα ἐκ τοῦ στρατοπέδου μετὰ τῶνδε · αὐτὸς δὲ ὑμῖν Μαρδόνιος καὶ ὁ στρατὸς αὐτοῦ , οὗτος κατὰ πόδας ἐμεῦ ἐλαύνων προσδόκιμός ἐστι . τοῦτον καὶ ξεινίζετε καὶ εὖ ποιεῦντες φαίνεσθε · οὐ γὰρ ὑμῖν ἐς χρόνον ταῦτα ποιεῦσι μεταμελήσει .”
9.89.4 ταῦτα δὲ εἴπας ἀπήλαυνε σπουδῇ τὴν στρατιὴν διὰ Θεσσαλίης τε καὶ Μακεδονίης ἰθὺ τῆς Θρηίκης , ὡς ἀληθέως ἐπειγόμενος , καὶ τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ . καὶ ἀπικνέεται ἐς Βυζάντιον , καταλιπὼν τοῦ στρατοῦ τοῦ ἑωυτοῦ συχνοὺς ὑπὸ Θρηίκων κατακοπέντας κατʼ ὁδὸν καὶ λιμῷ συστάντας καὶ καμάτῳ · ἐκ Βυζαντίου δὲ διέβη πλοίοισι . οὗτος μὲν οὕτω ἀπενόστησε ἐς τὴν Ἀσίην .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.88.1 | Hdt. 9.89.3 (English) | >>Hdt. 9.90.1 |